Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.118 Joseph. AJ 17.123 (English) >>Joseph. AJ 17.127

17.121

Προσετίθει δὲ ἤδη τὰ τῆς μητρὸς Ἀντιπάτρου ὁπόσα πρός τινας ἦν κουφολογίᾳ γυναικείῳ εἰρημένα, μαντείας τε καὶ θυσίας ἐπὶ τῷ βασιλεῖ γεγονυίας καὶ ὁπόσα μετὰ τῶν Φερώρου γυναικῶν Ἀντιπάτρῳ ἠσέλγητο μετὰ οἴνου καὶ λύμης ἐρωτικῆς, τῶν τε βασάνων ἀνακρίσεις καὶ ὁπόσα μαρτυριῶν ἐχόμενα· πολλὰ δὲ καὶ παντοῖα ἦν τὰ μὲν προητοιμασμένα, τὰ δὲ πρὸ τοῦ ὀξέως ἀπαγγέλλεσθαί τε καὶ βεβαιοῦσθαι ἐφευρημένα· 17.122οἱ γὰρ ἄνθρωποι κἂν εἴ τι κατὰ φόβον τοῦ Ἀντιπάτρου, μὴ διαδρὰς ἀμύνοιτο αὐτούς, σιγῇ παρεδίδοσαν, ὁρῶντες αὐτὸν ἐπιβατὸν ταῖς κατηγορίαις τῶν ἀρξάντων γεγονότα καὶ τὴν ποτὲ πολλὴν αὐτῷ συστᾶσαν τύχην προφανῶς αὐτὸν τοῖς ἐχθροῖς παραδεδωκυῖαν, οἳ καὶ ἀπλήστως μίσους τοῦ πρὸς αὐτὸν ἐνεφοροῦντο· 17.123κατέσπευδε δὲ τότε οὔτι τῇ ἔχθρᾳ τῶν ἐπικεχειρηκότων κατηγορεῖν, ὡς μεγέθει τόλμης ὧν ἐπενόησεν κακιῶν καὶ δυσμενείας τῆς πρὸς τὸν πατέρα καὶ τοὺς ἀδελφούς, στάσεως καὶ ἀλληλοφθοριῶν ἀναπεπληκὼς τὸν οἶκον καὶ μήτε μίσει κατὰ δίκην μήτε φιλίᾳ διʼ εὔνοιαν χρώμενος, ἀλλʼ ὡς μελλήσοι αὐτῷ συμφέρειν· 17.124ὧν ἁπάντων ἐκ πλέονος αὐτοῖς οἱ πολλοὶ προανεσκοπημένων, οἵπερ δὴ μάλιστα ἀρετῇ κρίνειν πεφύκασιν ἐπὶ τοῖς πράγμασιν διὰ τὸ καὶ ὀργῆς ἀπηλλαγμένως ἐπιψηφίζειν τοῖς γινομένοις, καταβοὰς ἐν τοῖς πρὶν εἱρχθέντες ποιεῖσθαι παραγενομένης ἀδείας ἐξέφερον εἰς μέσον ὁπόσα εἰδεῖεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.118 Joseph. AJ 17.123 (English) >>Joseph. AJ 17.127

Powered by PhiloLogic